Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.588 Joseph. BJ 4.594 (English) >>Joseph. BJ 4.600

4.592

Συνιόντες δὲ οἵ τε ἡγεμόνες καὶ στρατιῶται καθʼ ἑταιρίαν φανερῶς ἤδη μεταβολὴν ἐβουλεύοντο καὶ διαγανακτοῦντες ἐβόων, ὡς οἱ μὲν ἐπὶ τῆς Ῥώμης στρατιῶται τρυφῶντες καὶ μηδʼ ἀκούειν πολέμου φήμην ὑπομένοντες διαχειροτονοῦσιν οἷς βούλονται τὴν ἡγεμονίαν καὶ πρὸς ἐλπίδα λημμάτων ἀποδεικνύουσιν αὐτοκράτορας, 4.593αὐτοὶ δὲ διὰ τοσούτων κεχωρηκότες πόνων καὶ γηρῶντες ὑπὸ τοῖς κράνεσιν ἑτέροις χαρίζονται τὴν ἐξουσίαν καὶ ταῦτα τὸν ἀξιώτερον ἄρχειν παρʼ αὑτοῖς ἔχοντες. 4.594 τίνα δικαιοτέραν ποτὲ τῆς εἰς αὐτοὺς εὐνοίας ἀποδώσειν ἀμοιβήν, εἰ τὴν νῦν καταπροοῖντο;

-- --

τοσούτῳ δʼ εἶναι Οὐεσπασιανὸν ἡγεμονεύειν Οὐιτελλίου δικαιότερον, ὅσῳ καὶ αὐτοὺς τῶν ἐκεῖνον ἀποδειξάντων· 4.595οὐ γὰρ δὴ μικροτέρους τῶν ἀπὸ Γερμανίας διενηνοχέναι πολέμους οὐδὲ τῶν ἐκεῖθεν καταγαγόντων τὸν τύραννον ἡττῆσθαι τοῖς ὅπλοις. 4.596ἀγῶνος δὲ ἐνδεήσειν οὐδέν· οὐ γὰρ τὴν σύγκλητον τὸν Ῥωμαίων δῆμον ἀνέξεσθαι τῆς Οὐιτελλίου λαγνείας ἀντὶ τῆς Οὐεσπασιανοῦ σωφροσύνης, οὐδʼ ἀντὶ μὲν ἡγεμόνος ἀγαθοῦ τύραννον ὠμότατον, ἄπαιδα δὲ ἀντὶ πατρὸς αἱρήσεσθαι προστάτην· μέγιστον γὰρ δὴ πρὸς ἀσφάλειαν εἰρήνης εἶναι τὰς γνησίους τῶν βασιλέων διαδοχάς. 4.597εἴτε οὖν ἐμπειρίᾳ γήρως προσήκει τὸ ἄρχειν, Οὐεσπασιανὸν αὐτοὺς ἔχειν, εἴτε νεότητος ἀλκῇ, Τίτον· κραθήσεσθαι γὰρ τῆς παρʼ ἀμφοῖν ἡλικίας τὸ ὠφέλιμον.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.588 Joseph. BJ 4.594 (English) >>Joseph. BJ 4.600

Powered by PhiloLogic